Esther 4:17
So Mordecai went his way, and did according to all that Esther had commanded him.
KJV
Ivit itaque Mardochæus, et fecit omnia quæ ei Esther præceperat.
Vulgate
Καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Ἐσθήρ· ⸂[1] καὶ ἐδεήθη Κυρίου, μνημονεύων πάντα τὰ ἔργα Κυρίου, [2] καὶ εἶπεν Κύριε, κύριε βασιλεῦ πάντων κρατῶν, ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστιν, καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν Ἰσραήλ· [3] ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπ’ οὐρανόν, [4] καὶ κύριος εἶ πάντων, καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ κυρίῳ· [5] σὺ πάντα γινώσκεις, σὺ οἶδας, Κύριε, ὅτι οὐκ ἐν ὕβρει οὐδὲ ἐν ὑπερηφανίᾳ οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο, τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον Ἁμάν. [6] ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν Ἰσραήλ, [7] ἀλλὰ ἐποίησα τοῦτο ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης θεοῦ· καὶ οὐ προσκυνήσω οὐδένα πλὴν σοῦ τοῦ κυρίου μου, καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανίᾳ. [8] καὶ νῦν, Κύριε ὁ θεὸς ὁ βασιλεὺς ὁ θεὸς Ἀβραάμ, φεῖσαι τοῦ λαοῦ σου, ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου· [9] μὴ ὑπερίδῃς τὴν μερίδα σου ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου· [10] ἐπάκουσον τῆς δεήσεώς μου καὶ ἱλάσθητι τῷ κλήρῳ σου, καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν, ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα, Κύριε, καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σοι. [11] καὶ πᾶς Ἰσραὴλ ἐκέκραξαν ἐξ ἰσχύος αὐτῶν, ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν. [12] Καὶ Ἐσθὴρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν κύριον ἐν ἀγῶνι θανάτον κατειλημμένη, [13] καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους, καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων σποδοῦ καὶ κοπριῶν ἔπλησεν τὴν κεφαλήν· καὶ τὸ σῶμα ἐταπείνωσεν σφόδρα, καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς· [14] καὶ ἐδεῖτο Κυρίου θεοῦ Ἰσραὴλ καὶ εἶπεν Κύριέ μου, ὁ βασιλεὺς ἡμῶν, σὺ εἶ μόνος· βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ, [15] ὅτι κίνδυνός μου ἐν χειρί μου. [16] ἐγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου, ὅτι σύ, Κύριε, ἔλαβες τὸν Ἰσραὴλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον, καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας. [17] καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν· [18] ἀνθ’ ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν. δίκαιος εἶ, Κύριε· [19] καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλὰ ἔθηκαν τὰς χεῖρας αὐτῶν, [20] ἐξᾶραι ὁρισμὸν στόματός σου καὶ ἀφανίσαι κληρονομίαν σου, καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστήριόν σου, [21] καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα. [22] μὴ παραδῷς, Κύριε, τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν, καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν, ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπ’ αὐτούς· τὸν δὲ ἀρξάμενον ἐφ’ ἡμᾶς παραδιγμάτισον. [23] μνήσθητι, Κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν, καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν καὶ πάσης ἀρχῆς ἐπικρατῶν· [24] δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος, καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς, εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ· [25] ἡμᾶς δὲ ῥῦσαι ἐν χειρί σου, καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ, Κύριε. πάντων γνῶσιν ἔχεις, [26] καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων, καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου. [27] σὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὁπτασίας μου· βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων, καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου. [28] καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Ἁμάν, καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως, οὐδὲ ἔπιον οἶνον σπονδῶν· [29] καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφ’ ἡμέρας μεταβολῆς μου μέχρι νῦν πλὴν ἐπὶ σοί, Κύριε ὁ θεὸς Ἁβραάμ. [30] ὁ θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων, καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου.⸃
LXX
So Mordecai went his way, and did according to all that Esther had commanded him.
ASV
וַֽ/יַּעֲבֹ֖ר מָרְדֳּכָ֑י וַ/יַּ֕עַשׂ כְּ/כֹ֛ל אֲשֶׁר צִוְּתָ֥ה עָלָ֖י/ו אֶסְתֵּֽר
Hebrew
Open in reader with connections →
In this verse
In the original Hebrew
8 distinct Hebrew words appear in this verse.
Historic Christian voices
2 passages from patristic writers, Reformers, and church catechisms citing this verse.
§269The Holy Scriptures repeatedly confess the universal power of God. He is called the "Mighty One of Jacob", the "LORD of hosts", the "strong and mighty" one. If God is almighty "in heaven and on earth", it is because he made them.105 Nothing is impossible with God, who disposes his works according to his will.106 He is the Lord of the universe, whose order he established and whi…